Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.5 Dem. 34.8 (English) >>Dem. 34.10

34.7δέον δʼ αὐτὸν καταγοράσαι φορτία Ἀθήνηθεν μνῶν ἑκατὸν δέκα πέντε, εἰ ἔμελλεν τοῖς δανεισταῖς πᾶσι ποιήσειν τὰ ἐν ταῖς συγγραφαῖς γεγραμμένα, οὐ κατηγόρασεν ἀλλʼ πεντακισχιλίων καὶ πεντακοσίων δραχμῶν, σὺν τῷ ἐπισιτισμῷ· ὀφείλει δὲ ἑβδομήκοντα μνᾶς καὶ πέντε. ἀρχὴ μὲν οὖν αὕτη ἐγένετο τοῦ ἀδικήματος, ἄνδρες Ἀθηναῖοι· οὔτε γὰρ τὴν ὑποθήκην παρέσχεν οὔτε τὰ χρήματʼ ἐνέθετʼ εἰς τὴν ναῦν, κελευούσης τῆς συγγραφῆς ἐπάναγκες ἐντίθεσθαι. καί μοι λαβὲ τὴν συγγραφήν.Συγγραφή

λαβὲ δὴ καὶ τὴν τῶν πεντηκοστολόγων ἀπογραφὴν καὶ τὰς μαρτυρίας.Ἀπογραφή Μαρτυρίαι

34.8ἐλθὼν τοίνυν εἰς τὸν Βόσπορον, ἔχων ἐπιστολὰς παρʼ ἐμοῦ, ἃς ἔδωκʼ αὐτῷ ἀπενεγκεῖν τῷ παιδὶ τῷ ἐμῷ παραχειμάζοντι ἐκεῖ καὶ κοινωνῷ τινί, γράψας ἐν τῇ ἐπιστολῇ τό τε ἀργύριον ἐδεδανείκειν καὶ τὴν ὑποθήκην, καὶ προστάξας, ἐπειδὰν τάχιστα ἐξαιρεθῇ τὰ χρήματα, ἐξετάζειν καὶ παρακολουθεῖν, τὰς μὲν ἐπιστολὰς οὐκ ἀποδίδωσιν οὗτος ἃς ἔλαβεν παρʼ ἐμοῦ, ἵνα μηδὲν εἰδείησαν ὧν ἔπραττεν οὗτος, καταλαβὼν δʼ ἐν τῷ Βοσπόρῳ μοχθηρὰ τὰ πράγματα διὰ τὸν συμβάντα πόλεμον τῷ Παιρισάδῃ πρὸς τὸν Σκύθην καὶ τῶν φορτίων ὧν ἦγεν πολλὴν ἀπρασίαν, ἐν πάσῃ ἀπορίᾳ ἦν· καὶ γὰρ οἱ δανεισταὶ εἴχοντο αὐτοῦ οἱ τὰ ἑτερόπλοα δανείσαντες.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 34.5 Dem. 34.8 (English) >>Dem. 34.10

Powered by PhiloLogic